Δευτέρα 11 Μαρτίου 2013

"Τοιγαροῦν, ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ Θεοῦ Λόγος ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις παντοίας θεραπείας προβαλλόμενος μουσικὸν ὄργανον χερσὶ λαβών, αὐτοῦ ποίημα σοφίας, τὸν ἄνθρωπον, ὠδᾶς καὶ ἐπωδὰς διὰ τούτου λογικαῖς ἀλλ' οὐκ ἀλόγοις θηρσὶν ἀνεκρούετο, πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καί σώμασιν ἀναζητούσαις, οἷά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι θεὸν ἐν ἀνθρώπῳ παρίστη."

Ευσεβίου Καισαρείας, Λόγος εις Κωνσταντίνον Τριακονταετηρικός, κεφ. ΙΔ΄, στ. 5